# Στρώματα 1.24.162

Clement of Alexandria, Στρώματα, Book 1, Chapter 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/1.24.162

ναὶ μὴν καὶ τοὺς πολεμίους τοὺς τῆς χώρας προκαθεζομένους τροπωσάμενος ἀπέκτεινεν ἐξ ἐρήμου καὶ τραχείας ὁδοῦ (τοιαύτη γὰρ ἡ ἀρετὴ τοῦ στρατηγικοῦ) ἐπιθέμενος αὐτοῖς. ἐμπειρίας γὰρ καὶ στρατηγίας ἔργον ἦν τὸ τὴν χώραν τῶν πολεμίων λαβεῖν. Τοῦτο συνιδὼν Μιλτιάδης ὁ τῶν Ἀθηναίων στρατηγὸς ὁ τῇ ἐν Μαραθῶνι μάχῃ νικήσας τοὺς Πέρσας ἐμιμήσατο τόνδε τὸν τρόπον· ἤγαγε τοὺς Ἀθηναίους νύκτωρ δἰ ἀνοδίας βαδίσας καὶ πλανήσας τοὺς τηροῦντας αὐτὸν τῶν βαρβάρων· ὁ γὰρ Ἱππίας ὁ τῶν Ἀθηναίων ἀποστὰς ἐπήγαγε τοὺς βαρβάρους εἰς τὴν Ἀττικὴν καὶ τοὺς ἐπικαίρους τῶν τόπων προκαταλαβόμενος ἐφύλαττεν διὰ τὸ τῆς χώρας ἔχειν τὴν ἐμπειρίαν. ἔργον μὲν οὖν ἦν τὸν Ἱππίαν λαθεῖν, ὅθεν εἰκότως ὁ Μιλτιάδης συγχρησάμενος ἀνοδίᾳ τε καὶ νυκτὶ ἐπιθέμενος τοῖς Πέρσαις, ὧν Δᾶτις ἡγεῖτο, τὰ τὸν ἀγῶνα μετ’ ἐκείνων ὧν αὐτὸς ἡγεῖτο κατώρθωσεν.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
