# Στρώματα 1.26.167

Clement of Alexandria, Στρώματα, Book 1, Chapter 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/1.26.167

Ὅθεν ὁ νόμος εἰκότως εἴρηται διὰ Μωυσέως δεδόσθαι, κανὼν τυγχάνων δικαίων τε καὶ ἀδίκων. καὶ τοῦτον κυρίως θεσμὸν ἂν εἴποιμεν τὸν ὑπὸ θεοῦ διὰ Μωυσέως παραδεδομένον. ἔχει γοῦν τὴν ἀγωγὴν εἰς τὸ θεῖον. λέγει δὲ καὶ ὁ Παῦλος· ὁ νόμος τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρις ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται. εἶτα οἱονεὶ ἐπεξηγούμενος τὴν διάνοιαν ἐπιφέρει· πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι, φόβῳ δηλαδὴ ἀπὸ ἁμαρτιῶν, εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθήσεσθαι. ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν ἐγίνετο εἰς Χριστόν. ἵνα ἐκ πίστεως δικαιωθῶμεν. ὁ νομοθετικὸς δέ ἐστιν ὁ τὸ προσῆκον ἑκάστῳ μέρει τῆς ψυχῆς καὶ τοῖς τούτων ἔργοις ἀπονέμων, Μωυσῆς δὲ συνελόντι εἰπεῖν νόμος ἔμψυχος ἦν τῷ χρηστῷ λόγῳ κυβερνώμενος.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
