# Στρώματα 1.26.168

Clement of Alexandria, Στρώματα, Book 1, Chapter 26. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/1.26.168

πολιτείαν γοῦν διηκόνησεν ἀγαθήν· ἣ δέ ἐστι τροφὴ ἀνθρώπων καλὴ κατὰ κοινωνίαν. αὐτίκα τὴν δικαστικὴν μετεχειρίζετο, ἐπιστήμην οὖσαν διορθωτικὴν τῶν ἁμαρτανομένων ἕνεκεν τοῦ δικαίου. σύστοιχος δὲ αὐτῇ ἡ κολαστική, τοῦ κατὰ τὰς κολάσεις μέτρου ἐπιστημονική τις οὖσα. κόλασις δὲ δικαία οὖσα διόρθωσίς ἐστι ψυχῆς. ἔστι δὲ ὡς ἔπος εἰπεῖν τῷ Μωυσεῖ ἡ πᾶσα ἀγωγὴ παιδευτικὴ μὲν τῶν οἵων τε γενέσθαι καλῶν κἀγαθῶν ἀνδρῶν, θηρευτικὴ δὲ τῶν ὁμοίων τούτοις, ἥτις ἂν εἴη στρατηγική. ἡ δὲ χρηστικὴ τοῖς θηρευθεῖσαι λόγῳ κατὰ τρόπον σοφία εἴη ἂν νομοθετική· κτᾶσθαί τε γὰρ καὶ χρῆσθαι ταύτης ἴδιον βασιλικωτάτης οὔσης. μόνον γοῦν τὸν σοφὸν οἱ φιλόσοφοι βασιλέα, νομοθέτην, στρατηγόν, δίκαιον, ὅσιον, θεοφιλῆ κηρύττουσιν. εἰ δὲ ταῦτα περὶ τὸν Μωυσέα εὕροιμεν, ὡς ἐξ αὐτῶν δείκνυται τῶν γραφῶν, εὖ μάλα πεπεισμένως ἂν ἀγορεύοιμεν σοφόν τῷ ὄντι τὸν Μωυσέα.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
