# Στρώματα 2.14.61

Clement of Alexandria, Στρώματα, Book 2, Chapter 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/2.14.61

Ἐκράτει μὲν οὖν ὁ νόμος τότε καὶ τὸν ἀκουσίως φονεύσαντα ὡς τὸν ἀκουσίως γονορρυῆ, ἀλλ’ οὐ κατ’ ἴσον τῷ ἑκουσίως. καίτοι κἀκεῖνος ὡς ἐπὶ ἑκουσίῳ κολασθήσεται, εἴ τις μεταγάγοι τὸ πάθος ἐπὶ τὴν ἀλήθειαν· τῷ ὄντι γὰρ κολαστέος ὁ ἀκρατὴς τοῦ γονίμου λόγου. ὃ καὶ αὐτὸ πάθος ἐστὶ ψυχῆς ἄλογον, ἐγγὺς ἀδολεσχίας ἰόν· πιστὸς δὲ ᾕρηται πνοῇ κρύπτειν πράγματα. τὰ προαιρετικὰ τοίνυν κρίνεται. κύριος γὰρ ἐτάζει καρδίας καὶ νεφρούς· καὶ ὁ ἐμβλέψας πρὸς ἐπιθυμίαν κρίνεται. διὸ μηδὲ ἐπιθυμήσῃς λέγει καὶ ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ φησίν, ἡ δὲ καρδία αὐτῶν πόρρω ἐστὶν ἀπ’ ἐμοῦ. εἰς αὐτὴν γὰρ ἀφορᾷ τὴν γνώμην ὁ θεός, ἐπεὶ καὶ τὴν Λὼτ γυναῖκα ἐπιστραφεῖσαν μόνον ἑκουσίως ἐπὶ τὴν κακίαν τὴν κοσμικὴν κατέλιπεν ἀναίσθητον, ὡς λίθον δείξας ἁλατίνην καὶ στήσας εἰς τὸ μὴ πρόσω χωρεῖν, οὐ μωρὰν καὶ ἄπρακτον εἰκόνα, ἀρτῦσαι δὲ καὶ στῦψαι τὸν πνευματικῶς διορᾶν δυνάμενον.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
