# Στρώματα 2.15.63

Clement of Alexandria, Στρώματα, Book 2, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/2.15.63

ὧν εἰ μὴ μετέχειν βουληθείημεν θυμῷ τε καὶ ἐπιθυμίᾳ ἐκδότους σφᾶς αὐτοὺς ἐπιδόντες, ἁμαρτησόμεθα, μᾶλλον δὲ ἀδικήσομεν τὴν ἑαυτῶν ψυχήν. ὁ μὲν γὰρ Λάιος ἐκεῖνος κατὰ τὴν τραγῳδίαν φησίν· λέληθεν δέ με οὐθὲν τῶνδε ὧν σὺ νουθετεῖς, γνώμην δ’ ἔχοντά με ἡ φύσις βιάζεται· τουτέστι τὸ ἔκδοτον γεγενῆσθαι τῷ πάθει. ἡ Μήδεια δὲ καὶ αὐτὴ ὁμοίως ἐπὶ τῆς σκηνῆς βοᾷ· καὶ μανθάνω μὲν οἶα δρᾶν μέλλω κακά, θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. ἀλλ’ οὐδὲ Αἴας σιωπᾷ, μέλλων δὲ ἑαυτὸν ἀποσφάττειν κέκραγεν· οὐδὲν οὖν ἦν πῆμα ἐλευθέρου ψυχὴν δάκνον οὕτως ἀνδρὸς ὡς ἀτιμία· οὕτως πέπονθα καί με † συμφοροῦσα βαθεῖα κηλὶς ἐκ βυθῶν ἀναστρέφει λύσσης πικροῖς κέντροισιν ἠρεθισμένον.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
