Ancient Greek
Book 2, Chapter 15
Clement of Alexandria, Στρώματα 2.15.64
Not analysed yet
τούτους μὲν οὖν ὁ θυμός, μυρίους δὲ ἄλλους ἡ ἐπιθυμία τραγῳδεῖ, τὴν Φαίδραν, τὴν Ἄνθειαν, τὴν Ἐριφύλην, ἥ χρυσὸν φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα. τὸν γὰρ κωμικὸν ἐκεῖνον Θρασωνίδην ἄλλη σκηνὴ παιδισκάριόν με φησὶν εὐτελὲς καταδεδούλωκεν. Ἀτύχημα μὲν οὖν παράλογός ἐστιν ἁμαρτία, ἡ δὲ ἁμαρτία ἀκούσιος ἀδικία, ἀδικία δὲ ἑκούσιος κακία. ἔστιν οὖν ἡ μὲν ἁμαρτία ἐμὸν ἀκούσιον. διὸ δαί φησιν· ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν, τοῖς ἤδη πεπιστευκόσι λέγων, ὅτι τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. ἀτυχία δέ ἐστιν ἄλλου εἰς ἐμὲ πρᾶξις ἀκούσιος, ἡ δὲ ἀδικία μόνη εὑρίσκεται ἑκούσιος εἴτε ἐμὴ εἴτε ἄλλου.