Ancient Greek · ~3 min
Book 2, Chapter 15
Clement of Alexandria, Στρώματα 2.15.66
Not analysed yet
οὐ λογίζονται δὲ ὅσαι μὴ κατὰ προαίρεσιν συνίστανται· ὁ γὰρ ἐπιθυμήσας ἤδη μεμοίχευκε φησίν. ἀφίησί τε τὰς ἁμαρτίας ὁ φωτίζων λόγος· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, φησὶν ὁ κύριος, ζητήσουσιν τὴν ἀδικίαν Ἰσραήλ, καὶ οὐχ ὑπάρξει, καὶ τὰς ἁμαρτίας Ἰούδα, καὶ οὐ μὴ εὑρεθῶσιν, ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεται κατὰ πρόσωπόν μου; ὁρᾷς ἕνα θεὸν καταγγελλόμενον ἀγαθόν, τῶν κατ’ ἀξίαν ἀπονεμητικόν τε καὶ ἀφετικὸν ἁμαρτημάτων. φαίνεται δὲ καὶ Ἰωάννης ἐν τῇ μείζονι ἐπιστολῇ τὰς διαφορὰς τῶν ἁμαρτιῶν ἐκδιδάσκων ἐν τούτοις· ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσι μὴ πρὸς θάνατον εἶπεν· ἔστι γὰρ ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω, ἵνα ἐρωτήσῃ τις. πᾶσα ἀδικία ἁμαρτία ἐστί.