Ancient Greek
Book 2, Chapter 15
Clement of Alexandria, Στρώματα 2.15.71
Not analysed yet
ταύτῃ που ἀγαπήσεις κύριον τὸν θεόν σου, ἐξ ὅλης καρδίας καὶ τὸν πλησίον σου ὡς σεαυτόν· ἐν ταύταις λέγει ταῖς ἐντολαῖς ὅλον τὸν νόμον καὶ τοὺς προφήτας κρέμασθαί τε καὶ ἐξηρτῆσθαι. συνᾴδει τούτοις κἀκεῖνα· ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ πληρωθῇ. αὕτη δέ ἐστιν ἡ ἐντολὴ ἡ ἑμή, ἵνα ἀγαπᾶτε ἀλλήλους καθὼς ἠγάπησα ὑμᾶς· ἐλεήμων γὰρ καὶ οἰκτίρμων ὁ κύριος, καὶ χρηστὸς κύριος τοῖς σύμπασι. σαφέστερον δὲ τὸ γνῶθι σαυτὸν παρεγγυῶν ὁ Μωυσῆς λέγει πολλάκις· πρόσεχε σεαυτῷ. ἐλεημοσύναις οὖν καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι· τῷ δὲ φόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ. φόβος δὲ κυρίου παιδεία καὶ σοφία.