Ancient Greek
Book 2, Chapter 18
Clement of Alexandria, Στρώματα 2.18.88
Not analysed yet
πρόσταγμα κυρίου πηγὴ ζωῆς, ὡς ἀληθῶς, ποιεῖ ἐκκλίνειν ἐκ παγίδος θανάτου. τί δέ; οὐχὶ τοὺς ἐπήλυδας ἀγαπᾶν κελεύει, οὐ μόνον ὡς φίλους καὶ συγγενεῖς, ἀλλ’ ὡς ἑαυτούς, κατά τε σῶμα καὶ ψυχήν; ναὶ μὴν καὶ τὰ ἔθνη τετίμηκεν καὶ τοῖς γε κακῶς πεποιηκόσιν οὐ μνησιπονηρεῖ. ἄντικρυς χοῦν φησιν· οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου κατ’ Αἴγυπτον, ἤτοι τὸν ἐθνικὸν ἢ καὶ πάντα τὸν κοσμικὸν Αἰγύπτιον προσειπών· τούς τε πολεμίους, κἂν ἤδη τοῖς τείχεσιν ἐφεστῶτες ὦσιν ἑλεῖν τὴν πόλιν πειρώμενοι, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς ἐπικηρυκευσάμενοι προσκαλέσωνται πρὸς εἰρήνην. ναὶ μὴν καὶ τῇ αἰχμαλώτῳ οὐ πρὸς ὕβριν ὁμιλεῖν κελεύει, ἀλλὰ τὰς λ΄ ἡμέρας ἐπιτρέψας φησὶ πενθῆσαι οὓς βούλεται, μεταμφιάσας ὕστερον ὡς γαμετῇ νόμῳ συνέρχου· οὔτε γὰρ ἐφ’ ὕβρει τὰς συνουσίας οὐδὲ μὴν διὰ μισθαρνίαν ὡς ἑταίρας, ἀλλ’ ἢ διὰ μόνην τῶν τέκνων τὴν γένεσιν γίνεσθαι τὰς ὁμιλίας ἀξιοῖ.