Ancient Greek
Book 2, Chapter 18
Clement of Alexandria, Στρώματα 2.18.91
Not analysed yet
Ἆρα ἤδη καταφαίνεται φιλάνθρωπος καὶ χρηστὸς ὁ νόμος, ὁ εἰς Χριστὸν παιδαγωγῶν, θεός τε ὁ αὐτὸς ἀγαθὸς μετὰ δικαιοσύνης, ἀπ’ ἀρχῆς εἰς τέλος ἑκάστῳ γένει προσφυῶς εἰς σωτηρίαν κεχρημένος; ἐλεᾶτε, φησὶν ὁ κύριος, ἵνα ἐλεηθῆτε· ἀφίετε, ἵνα ἀφεθῇ ὑμῖν· ὡς ποιεῖτε, οὕτως ποιηθήσεται ὑμῖν· ὡς δίδοτε, οὕτως δοθήσεται ὑμῖν· ὡς κρίνετε, οὕτως κριθήσεσθε· ὡς χρηστεύεσθε, οὕτως χρηστευθήσεται ὑμῖν· ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Ἔτι τοὺς ἐπὶ τροφῇ δουλεύοντας ἀτιμάζεσθαι κωλύει, τοῖς τε ἐκ δανείων καταδουλωθεῖσιν ἐκεχειρίαν τὴν εἰς πᾶν δίδωσιν ἐνιαυτῷ ἑβδόμῳ. ἀλλὰ καὶ ἱκέτας ἐκδιδόναι εἰς κόλασιν κωλύει. παντὸς οὖν μᾶλλον ἀληθὲς τὸ λόγιον ἐκεῖνο· ὥσπερ δοκιμάζεται χρυσὸς καὶ ἄργυρος εἰς κάμινον, οὕτως ἐκλέγεται καρδίας ἀνθρώπων κύριος. καὶ ὁ μὲν ἐλεήμων ἀνὴρ μακροθυμεῖ, ἐν παντί τε μεριμνῶντι ἔνεστι σοφία· ἐμπεσεῖται γὰρ μέριμνα ἀνδρὶ νοήμονι, φροντιστής τε ὢν ζωὴν ζητήσει· καὶ ὁ ζητῶν τὸν θεὸν εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης, οἱ δὲ ὀρθῶς ζητήσαντες αὐτὸν εἰρήνην εὗρον.