Ancient Greek
Book 2, Chapter 19
Clement of Alexandria, Στρώματα 2.19.100
Not analysed yet
κληρονόμον οὖν τὸν σπουδαῖον γενόμενον τῆς βασιλείας συμπολίτην διὰ τῆς θείας σοφίας ἀναγράφει καὶ τῶν πάλαι δικαίων, τῶν κατὰ τὸν νόμον καὶ πρὸ νόμου νομίμως βεβιωκότων, ὧν αἱ πράξεις νόμοι γεγόνασιν εἰς ἡμᾶς. πάλιν τε αὖ βασιλέα τὸν σοφὸν διδάσκων τοὺς μὴ ὁμοφύλους ποιεῖ λέγοντας αὐτῷ· βασιλεὺς παρὰ θεοῦ σὺ ἐν ἡμῖν εἶ, ἐθελουσίῳ γνώμῃ τῶν ἀρχομένων διὰ ζῆλον ἀρετῆς ὑπακουόντων τῷ σπουδαίῳ. Πλάτων δὲ ὁ φιλόσοφος, εὐδαιμονίαν τέλος τιθέμενος, ὁμοίωσιν θεῷ φησιν αὐτὴν εἶναι κατὰ τὸ δυνατόν, εἴτε συνδραμών πως τῷ δόγματι τοῦ νόμου (αἱ γὰρ μεγάλαι φύσεις καὶ γυμναὶ παθῶν εὐστοχοῦσί πως περὶ τὴν ἀλήθειαν, ὥς φησιν ὁ Πυθαγόρειος Φίλων τὰ Μωυσέως ἐξηγούμενος), εἴτε καὶ παρά τινων τότε λογίων ἀναδιδαχθεὶς ἅτε μαθήσεως ἀεὶ διψῶν. φησὶ γὰρ ὁ νόμος· ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολάς μου φυλάξετε. τὴν μὲν γὰρ ἐξομοίωσιν ὁ νόμος ἀκολουθίαν ὀνομάζει· ἡ δὲ τοιαύτη ἀκολουθία κατὰ δύναμιν ἐξομοιοῖ. γίνεσθε, φησὶν ὁ κύριος, ἐλεήμονες καὶ οἰκτίρμονες, ὡς ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν.