Ancient Greek · ~3 min
Book 2, Chapter 20
Clement of Alexandria, Στρώματα 2.20.120
Not analysed yet
Διό μοι δοκεῖ ὁ θεῖος νόμος ἀναγκαίως τὸν φόβον ἐπαρτᾶν, ἵν’ εὐλαβείᾳ καὶ προσοχῇ τὴν ἀμεριμνίαν ὁ φιλόσοφος κτήσηταί τε καὶ τηρήσῃ, ἀδιάπτωτός τε καὶ ἀναμάρτητος ἐν πᾶσι διαμένων. οὐ γὰρ ἄλλως εἰρήνη καὶ ἐλευθερία περιγίνεται ἢ διὰ τῆς ἀπαύστου καὶ ἀναπαυδήτου πρὸς τῶν παθῶν ἡμῶν ἀντιμαχήσεις . οὗτοι γὰρ οἱ ἀνταγωνισταὶ παχεῖς καὶ Ὀλυμπικοὶ σφηκῶν ὡς εἰπεῖν εἰσι δριμύτεροι, καὶ μάλιστα ἡ ἡδονή, οὐ μόνον μεθ’ ἡμέραν, ἀλλὰ καὶ νύκτωρ ἐν αὐτοῖς τοῖς ἐνυπνίοις μετὰ γοητείας δελεαστικῶς ἐπιβουλεύουσα καὶ δάκνουσα. πῶς οὖν ἔτι δίκαιοι κατατρέχειν τοῦ νόμου Ἕλληνες, φόβῳ καὶ αὐτοὶ τὴν ἡδονὴν δουλοῦσθαι διδάσκοντες; ὁ γοῦν Σωκράτης φυλάσσεσθαι κελεύει τὰ ἀναπείθοντα μὴ πεινῶντας ἐσθίειν καὶ μὴ διψῶντας, πίνειν καὶ τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν καλῶν ὡς χαλεπώτερον σκορπίων καὶ φαλαγγίων ἰὸν ἐνιέναι πεφυκότα.