Ancient Greek · ~4 min
Book 2, Chapter 23
Clement of Alexandria, Στρώματα 2.23.138
Not analysed yet
ὅθεν ὁ Ἀβραάμ φησιν ἐπὶ τῆς γυναικὸς σκηπτόμενος ὡς ἀδελφῆς· ἀδελφή μοί ἐστιν ἐκ πατρός, ἀλλ’ οὐκ ἐκ μητρός, ἐγένετο δέ μοι καὶ εἰς γυναῖκα, τὰς ὁμομητρίους μὴ δεῖν ἄγεσθαι πρὸς γάμον διδάσκων. Ἐπίωμεν δὲ ἐν βραχεῖ τὴν ἱστορίαν. Πλάτων μὲν ἐν τοῖς ἐκτὸς ἀγαθοῖς τάττει τὸν γάμον, ἐπισκευάσας τὴν ἀθανασίαν τοῦ γένους ἡμῶν καὶ οἱονεὶ διαμονήν τινα παισὶ παίδων μεταλαμπαδευομένην. Δημόκριτος δὲ γάμον καὶ παιδοποιίαν παραιτεῖται διὰ τὰς πολλὰς ἐξ αὐτῶν ἀηδίας τε καὶ ἀφολκὰς ἀπὸ τῶν ἀναγκαιοτέρων. συγκατατάττεται δὲ αὐτῷ καὶ Ἐπίκουρος καὶ ὅσοι ἐν ἡδονῇ καὶ ἀοχλησίᾳ, ἔτι δὲ καὶ ἀλυπίᾳ τἀγαθὸν τίθενται. ἔτι κατὰ μὲν τοὺς ἀπὸ τῆς Στοᾶς ἀδιάφορον ὅ τε γάμος ἥ τε παιδοτροφία, κατὰ δὲ τοὺς ἐκ τοῦ Περιπάτου ἀγαθόν. συλλήβδην οὗτοι μέχρι γλώττης ἀγαγόντες τὰ δόγματα ἡδοναῖς ἐδουλώθησαν. οἳ μὲν παλλακίσιν, οἳ δὲ ἑταίραις μειρακίοις τε οἱ πλεῖστοι κεχρημένοι. ἡ σοφὴ δὲ ἐκείνη τετρακτὺς ἐν τῷ κήπῳ μετὰ τῆς ἑταίρας ἔργοις ἐκύδαινον τὴν ἡδονήν.