Ancient Greek · ~4 min
Book 2, Chapter 23
Clement of Alexandria, Στρώματα 2.23.143
Not analysed yet
πατέρα δὲ γάμος ποιεῖ ὡς μητέρα ἀνήρ. εὐχὴν οὖν μεγίστην καὶ Ὅμηρος τίθεται ἄνδρα τε καὶ οἶκον, ἀλλ’ οὐχ ἁπλῶς, μετὰ ὁμοφροσύνης δὲ τῆς ἐσθλῆς· ὁ μὲν γὰρ τῶν ἄλλων γάμος ἐφ’ ἡδυπαθείᾳ ὁμονοεῖ, ὁ δὲ τῶν φιλοσοφούντων ἐπὶ τὴν κατὰ λόγον ὁμόνοιαν ἄγει, ὁ μὴ τὸ εἶδος, ἀλλὰ τὸ ἦθος ἐπιτρέπων ταῖς γυναιξὶ κοσμεῖσθαι μηδ’ ὡς ἐρωμέναις χρῆσθαι ταῖς γαμεταῖς προστάττων τοῖς ἀνδράσι σκοπὸν πεποιημένοις τὴν τῶν σωμάτων ὕβριν, ἀλλ’ εἰς βοήθειαν παντὸς τοῦ βίου καὶ τὴν ἀρίστην σωφροσύνην περιποιεῖσθαι τὸν γάμον. πυρῶν γὰρ οἶμαι καὶ κριθῶν τε αὖ κατὰ τοὺς οἰκείους καιροὺς καταβαλλομένων τιμιώτερός ἐστιν ὁ σπειρόμενος ἄνθρωπος, ᾧ πάντα φύεται, κἀκεῖνά γε καὶ νήφοντες καταβάλλουσι τὰ σπέρματα οἱ γεωργοὶ. πᾶν οὖν εἴ τι ῥυπαρὸν καὶ μεμολυσμένον ἐπιτήδευμα ἀφαγνιστέον τοῦ γάμου, ὡς μὴ ὀνειδισθείημεν τὴν τῶν ἀλόγων ζῴων σύνοδον τῆς ἀνθρωπίνης συζυγίας συνᾴδουσαν τῇ φύσει μᾶλλον κατὰ τὸν ὁμολογούμενον ὅρον.