Ancient Greek · ~3 min
Book 2, Chapter 6
Clement of Alexandria, Στρώματα 2.6.30
Not analysed yet
οὔκουν †ἔτ’ εἰκότως πρόχειρον τὴν πίστιν διαβλητέον ὡς εὔκολόν τε καὶ πάνδημον καὶ προσέτι τῶν τυχόντων. εἰ γὰρ ἀνθρώπινον ἦν τὸ ἐπιτήδευμα, ὡς Ἕλληνες ὑπέλαβον, κἂν ἀπέσβη· ἣ δὲ αὔξει καὶ οὐκ ἔστιν ἔνθα οὐκ ἔστιν. φημὶ τοίνυν τὴν πίστιν, εἴτε ὑπὸ ἀγάπης ἐθεμελιώθη εἴτε καὶ ὑπὸ φόβου, ᾗ φασιν οἱ κατήγοροι, θεῖόν τι εἶναι, μήτε ὑπὸ ἄλλης φιλίας κοσμικῆς διασπωμένην μήτε ὑπὸ φόβου παρόντος διαλυομένην. ἡ μὲν γὰρ ἀγάπη τῇ πρὸς τὴν πίστιν φιλίᾳ τοὺς πιστοὺς ποιεῖ, ἡ δὲ πίστις ἕδρασμα ἀγάπης ἀντεπάγουσα τὴν εὐποιίαν, ὅτε καὶ ὁ τοῦ νόμου παιδαγωγὸς φόβος ἀφ’ ὧν πιστεύεται. καὶ φόβος εἶναι πιστεύεται. εἰ γὰρ ἐν τῷ ἐνεργεῖν τὸ εἶναι δείκνυται. ὃ δὲ μέλλων καὶ ἀπειλῶν, οὐχὶ δὲ ἐνεργῶν καὶ παρών, πιστεύεται καὶ εἶναι πιστευόμενος οὐκ αὐτὸς τῆς πίστεως γεννητικός, ὅ γε πρὸς αὐτῆς ἀξιόπιστος εἶναι δοκιμασθείς.