# Στρώματα 2.7.33

Clement of Alexandria, Στρώματα, Book 2, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/2.7.33

εὔλογον οὖσαν ἔκκλισιν. ὀνοματομάχους τούτους οὐκ ἄπο τρόπου ὁ Φασηλίτης ἐκάλει Κριτόλαος. ἀστεία μὲν οὖν ἤδη καὶ καλλίστη πέφηνε τοῖς ἐγκαλοῦσιν ἡμῖν ἡ ἐντολὴ ὀνόματος ἐναλλαγῇ νοηθεῖσα. ἡ οὖν εὐλάβεια λογικὴ δείκνυται, τοῦ βλάπτοντος ἔκκλισις οὖσα, ἐξ ἧς ἡ μετάνοια τῶν προημαρτημένων φύεται. ἀρχὴ γὰρ σοφίας φόβος κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. τὴν σοφίας λέγει ποίησιν, ἥ ἐστι φόβος θεοῦ ὁδοποιῶν εἰς σοφίαν. εἰ δὲ ὁ νόμος φόβου ἐμποιητικός, ἀρχὴ σοφίας γνῶσις νόμου, καὶ οὐκ ἔστιν ἄνευ νόμου σοφός. ἄσοφοι τοίνυν οἱ παραιτούμενοι τὸν νόμον, ᾧ ἕπεται ἀθέους αὐτοὺς λογίζεσθαι. παιδεία δὲ ἀρχὴ σοφίας. σοφίαν δὲ καὶ παιδείαν ἀσεβεῖς ἐξουθενήσουσιν, λέγει ἡ γραφή.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
