# Στρώματα 2.8.38

Clement of Alexandria, Στρώματα, Book 2, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/2.8.38

πότερον οὖν τῶν καλῶν ἢ φαύλων ἡ ἄγνοια; ἀλλ’ εἰ μὲν τῶν καλῶν, τί παύεται ἐκπλήξει; καὶ παρέλκει ὁ διάκονος αὐτοῖς καὶ τὸ κήρυγμα καὶ τὸ βάπτισμα. εἰ δὲ τῶν φαύλων, πῶς τῶν καλλίστων αἴτιον τὸ κακόν; εἰ μὴ γὰρ προϋπῆρχεν ἄγνοια, οὐκ ἂν ὁ διάκονος κατῆλθεν, οὐδ’ ἂν ἔκπληξις εἷλε τὸν Ἄρχοντα, ὡς αὐτοὶ λέγουσιν, οὐδ’ ἂν ἀρχὴν σοφίας ἐκ τοῦ φόβου ἔλαβεν εἰς τὴν φυλοκρίνησιν τῆς τε ἐκλογῆς τῶν τε κοσμικῶν. εἰ δὲ ὁ φόβος τοῦ προόντος Ἀνθρώπου ἐπιβούλους τοῦ σφετέρου πλάσματος πεποίηκε τοὺς ἀγγέλους, ὡς ἐνιδρυμένου τῷ δημιουργήματι ἀοράτου τοῦ σπέρματος τῆς ἄνωθεν οὐσίας, ἢ ὑπολήψει κενῇ παρεζήλωσαν, ὅπερ ἀπίθανον, ἀγγέλους δημιουργίας ἧς ἐπιστεύθησαν οἷον τέκνου τινὸς αὐθέντας γενέσθαι, ἄγνοιαν πᾶσαν κατεγνωσμένους· ἢ προγνώσει ἐνεχόμενοι κεκίνηνται, ἀλλ’ οὐκ ἂν ἐπεβούλευσαν δἰ οὗ ἐπεχείρησαν, ᾧ προέγνωσαν, οὐδ’ ἂν κατεπλάγησαν τὸ ἔργον τὸ αὑτῶν, ἐκ προγνώσεως τὸ ἄνωθεν σπέρμα νενοηκότες· ἢ τὸ τελευταῖον γνώσει πεποιθότες ἐτόλμησαν· ὃ καὶ αὐτὸ ἀδύνατον, μαθόντας τὸ διαφέρον τὸ ἐν πληρώματι Ἀνθρώπῳ ἐπιβουλεύειν, ἔτι καὶ τὸ κατ’ ἐἰκόνα, ἐν ᾧ καὶ τὸ ἀρχέτυπον καὶ τὸ σὺν τῇ γνώσει τῇ λοιπῇ ἄφθαρτον παρειλήφεσαν.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
