Ancient Greek · ~4 min
Book 3, Chapter 12
Clement of Alexandria, Στρώματα 3.12.88
Not analysed yet
οὕτως οὖν ἐπιστραφέντας ἡμᾶς αὖθις ὡς τὰ παιδία γενέσθαι βούλεται, τὸν ὄντως πατέρα ἐπιγνόντας, δἰ ὕδατος ἀναγεννηθέντας, ἄλλης ταύτης οὔσης ἢ τῆς ἐν τῇ κτίσει σπορᾶς. ναί, φησίν, ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου· ὁ δὲ γαμήσας πῶς ἀρέσει τῇ γυναικί· τί δέ; οὐκ ἔξεστι καὶ τῇ γυναικὶ κατὰ θεὸν ἀρέσκοντας εὐχαριστεῖν τῷ θεῷ; οὐχὶ δὲ ἐφεῖται καὶ τῷ γεγαμηκότι σὺν καὶ τῇ συζύγῳ μεριμνᾶν τὰ τοῦ κυρίου; ἀλλὰ καθάπερ ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι, οὕτω καὶ ἡ γεγαμημένη τὰ τοῦ ἀνδρὸς καὶ τὰ τοῦ κυρίου μεριμνᾷ ἐν κυρίῳ, ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι· ἄμφω γὰρ ἅγιαι ἐν κυρίῳ, ἣ μὲν ὡς γυνή, ἣ δὲ ὡς παρθένος. πρὸς ἐντροπὴν δὲ καὶ ἀνακοπὴν τῶν εὐεπιφόρων εἰς τὸν δεύτερον γάμον ἁρμονίως ὁ ἀπόστολος ὑπέρτονον φθέγγεται καὶ αὐτίκα φησί· πᾶν ἁμάρτημα ἐκτὸς τοῦ σώματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.