Ancient Greek · ~3 min
Book 3, Chapter 15
Clement of Alexandria, Στρώματα 3.15.97
Not analysed yet
εἰκότως οὖν φησι· κρεῖττον γαμεῖν ἢ πυροῦσθαι, ὅπως ὁ ἀνὴρ ἀποδιδῷ τῇ γυναικὶ τὴν ὀφειλὴν καὶ ἡ γυνὴ τῷ ἀνδρί, καὶ μὴ ἀποστερῶσιν ἀλλήλους τῆς διὰ τῆς θείας οἰκονομίας εἰς γένεσιν δοθείσης βοηθείας. ὃς δ’ ἂν μὴ μισήσῃ, φασί, πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα, ἐμὸς εἶναι μαθητὴς οὐ δύναται. οὐ τὸ γένος μισεῖν παρακελεύεται· τίμα, γάρ φησι, πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται, ἀλλὰ μὴ ἀπάγου, φησίν, ἀλόγοις ὁρμαῖς μηδὲ μὴν τοῖς πολιτικοῖς ἔθεσι συνάπτου· οἶκος μὲν γὰρ ἐκ γένους συνίσταται, πόλεις δὲ ἐξ οἴκων, καθὼς καὶ ὁ Παῦλος τοὺς περὶ γάμον ἀσχολουμένους κόσμῳ ἀρέσκειν ἔφη. Πάλιν ὁ κύριός φησιν· ὁ γήμας μὴ ἐκβαλλέτω καὶ ὁ μὴ γαμήσας μὴ γαμείτω, ὁ κατὰ πρόθεσιν εὐνουχίας ὁμολογήσας μὴ γῆμαι ἄγαμος διαμενέτω.