Ancient Greek
Book 3, Chapter 2
Clement of Alexandria, Στρώματα 3.2.11
Not analysed yet
Ξάνθος δὲ ἐν τοῖς ἐπιγραφομένοις Μαγικοῖς †μίγνυνται δὲ φησὶν οἱ Μάγοι μητράσι καὶ θυγατράσι καὶ ἀδελφαῖς μίγνυσθαι θεμιτὸν εἶναι κοινάς τε εἶναι τὰς γυναῖκας οὐ βίᾳ καὶ λάθρᾳ, ἀλλὰ συναινούντων ἀμφοτέρων, ὅταν θέλῃ γῆμαι ὁ ἕτερος τὴν τοῦ ἑτέρου. ἐπὶ τούτων οἶμαι καὶ τῶν ὁμοίων αἱρέσεων προφητικῶς Ἰούδαν ἐν τῆ ἐπιστολῇ εἰρηκέναι· ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι (οὐ γὰρ ὕπαρ τῇ ἀληθείᾳ ἐπιβάλλουσιν) ἕως καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα.