Ancient Greek · ~3 min
Book 3, Chapter 3
Clement of Alexandria, Στρώματα 3.3.20
Not analysed yet
ἔτι δὲ σαφέστερον ἐπιφέρει· τούτων δὲ αὐτῷ τὸ σωματοειδὲς τῆς συγκράσεως αἴτιον, τὸ τῆς πάλαι ποτὲ φύσεως σύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι. οὐδὲν δὲ ἧττον κἀν τοῖς Νόμοις ὀδύρεται τὸ τῶν ἀνθρώπων γένος λέγων ὧδε· θεοὶ δὲ οἰκτείραντες τὸ τῶν ἀνθρώπων ἐπίπονον πεφυκὸς γένος ἀναπαύλας τε αὐτοῖς τῶν πόνων ἐτάξαντο τὰς τῶν ἑορτῶν ἀμοιβάς. ἔν τε τῇ Ἐπινομίδι καὶ τὰς αἰτίας τοῦ οἴκτου δίεισι καὶ τάδε λέγει· ὡς ἐξ ἀρχῆς τὸ γενέσθαι χαλεπὸν ἅπαντι ζῴῳ, πρῶτον μὲν τὸ μετασχεῖν τῆς τῶν κυουμένων ἕξεως, ἔπειτ’ αὖ τὸ γίνεσθαι καὶ ἔτι τρέφεσθαι καὶ παιδεύεσθαι, διὰ πόνωνμυρίων γίγνεται ξύμπαντα, ὥς φαμεν ἅπαντες.