# Στρώματα 3.4.31

Clement of Alexandria, Στρώματα, Book 3, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/3.4.31

ἀλλὰ πῶς κατὰ θεὸν πολιτεύεται ὁ πάσῃ ἐπιθυμίᾳ ἔκδοτον ἑαυτὸν παρασχὼν τοῦ κυρίου φήσαντος ἐγὼ δὲ λέγω, μὴ ἐπιθυμήσῃς; ἑκὼν δέ τις ἁμαρτάνειν βούλεται καὶ δόγμα τίθησι τὸ μοιχεύειν καὶ καθηδυπαθεῖν καὶ λυμαίνεσθαι τοὺς ἄλλων γάμους, ὅπου γε καὶ τοὺς ἄλλους ἄκοντας ἁμαρτάνοντας ἐλεοῦμεν; κἂν εἰς ξένον τὸν κόσμον ἀφιγμένοι ὦσι, πιστοὶ ἐν τῷ ἀλλοτρίῳ μὴ γενόμενοι, τὸ ἀληθὲς οὐχ ἕξουσιν. ὑβρίζει δέ τις ξένος πολίτας καὶ τούτους ἀδικεῖ, οὐχὶ δὲ ὡς παρεπίδημος τοῖς ἀναγκαίοις χρώμενος ἀπρόσκοπος τοῖς πολίταις διαβιοῖ; πῶς δὲ καὶ τοῖς ὑπὸ τῶν ἐθνῶν μεμισημένοις διὰ τὸ μὴ πράσσειν τὰ ὑπὸ τῶν νόμων διηγορευμένα, τουτέστι τοῖς ἀδίκοις καὶ ἀκρατέσι καὶ πλεονέκταις καὶ μοιχοῖς τὰ αὐτὰ πράσσοντες θεὸν ἐγνωκέναι μόνοι λέγουσιν; ἐχρῆν γὰρ αὐτοὺς καὶ ἐν τοῖς ἀλλοτρίοις παρόντας καλῶς βιοῦν, ἵνα δὴ τῷ ὄντι τὸ βασιλικὸν ἐνδείξωνται.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
