Ancient Greek · ~3 min
Book 3, Chapter 4
Clement of Alexandria, Στρώματα 3.4.33
Not analysed yet
πόθεν οὖν κρείττους εἰσὶ τῶν κοσμικῶν οἱ τοιαῦτα πράσσοντες καὶ τοῖς χειρίστοις τῶν κοσμικῶν ὅμοιοι; ὅμοιοι γάρ, οἶμαι, τὰς φύσεις οἱ καὶ τὰς πράξεις ὅμοιοι. ὧν δὲ ὑπερφέρειν κατὰ τὴν εὐγένειαν ἀξιοῦσι, τούτων καὶ τοῖς ἤθεσιν ὑπερέχειν ὀφείλουσιν, ὅπως τὸν εἰς τὴν φυλακὴν συγκλεισμὸν διαφύγωσιν. ὄντως γὰρ ὡς ὁ κύριος ἔφη, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλείω τῶν γραμματέων καὶ Φαρισαίων, οὐκ εἰσελεύσεσθε εἰς τὴν βασιλείαν τοῦ θεοῦ, περὶ δὲ τῆς τῶν βρωμάτων ἐγκρατείας δείκνυται ἐν τῷ Δανιήλ. συνελόντι δ’ εἰπεῖν, περὶ ὑπακοῆς ὁ Δαβὶδ ψάλλων λέγει· ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; καὶ παραχρῆμα ἀκούει· ἐν τῷ φυλάσσεσθαι τὸν λόγον σου ἐν ὅλῃ καρδίᾳ. ὅ τε Ἱερεμίας φησί· τάδε λέγει κύριος· κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ πορεύσησθε.