Ancient Greek · ~3 min
Book 3, Chapter 4
Clement of Alexandria, Στρώματα 3.4.35
Not analysed yet
Φαίημεν δ’ ἂν καὶ πρὸς τούτους, ὅτι τοὺς ψευδοπροφήτας καὶ τοὺς ὅσοι τὴν ἀλήθειαν ὑποκρίνονται ἐξ ἔργων γινώσκεσθαι παρειλήφαμεν. διαβάλλεται δὲ ὑμῶν τὰ ἔργα· πῶς ἔτι τῆς ἀληθείας ἀντέχεσθαι ὑμᾶς ἐρεῖτε; ἢ γὰρ οὐδέν ἐστι κακὸν καὶ οὐκέτι μέμψεως ἄξιος ὃν αἰτιᾶσθε ὡς ἀντιτεταγμένον τῷ θεῷ, οὐδὲ κακοῦ τινος γέγονε ποιητικός (συναναιρεῖται γὰρ τῷ καρπῷ καὶ τὸ δένδρον), ἤ, εἰ ἔστι τὸ πονηρὸν ἐν ὑπάρξει, εἰπάτωσαν ἡμῖν, τί λέγουσιν εἶναι τὰς δοθείσας ἐντολὰς περὶ δικαιοσύνης, περὶ ἐγκρατείας, περὶ ὑπομονῆς, περὶ ἀνεξικακίας καὶ τῶν τούτοις ὁμοίων, φαύλας ἢ ἀστείας. καὶ εἰ μὲν φαύλη εἴη τὰ πλεῖστα ἀπαγορεύουσα ποιεῖν τῶν αἰσχρῶν ἡ ἐντολή, καθ’ ἑαυτῆς νομοθετήσει ἡ κακία ἐπὶ καταλύσει τῇ ἰδέᾳ, ὅπερ ἀδύνατον· εἰ δὲ ἀγαθή, ἀντιτασσόμενοι ταῖς ἀγαθαῖς ἐντολαῖς ἀγαθῷ ἀντιτάσσεσθαι καὶ τὰ κακὰ πράσσειν ὁμολογοῦσιν.