Ancient Greek · ~3 min
Book 3, Chapter 6
Clement of Alexandria, Στρώματα 3.6.51
Not analysed yet
ὀμωμοκὼς οὖν τῇ ἑταίρᾳ ἦ μὴν ἀπάξειν αὐτὴν εἰς τὴν πατρίδα, εἰ συμπράξειεν αὐτῷ τινα πρὸς τοὺς ἀνταγωνιστάς, ἐπειδὴ διεπράξατο, χαριέντως ἐκτελῶν τὸν ὅρκον, γραψάμενος αὐτῆς ὡς ὅτι μάλιστα ὁμοιοτάτην εἰκόνα, ἀνέστησεν εἰς Κυρήνην, ὡς ἱστορεῖ Ἴστρος ἐν τῷ Περὶ ἰδιότητος ἄθλων. ὥστ’ οὐδ’ ἡ εὐνουχία ἐνάρετον, εἰ μὴ δἰ ἀγάπην γίνοιτο τὴν πρὸς τὸν θεόν. Αὐτίκα περὶ τῶν βδελυσσομένων τὸν γάμον Παῦλος ὁ μακάριος λέγει· ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων. καὶ πάλιν λέγει· μηδεὶς ὑμᾶς καταβραβευέτω ἐν ἐθελοθρησκείᾳ ταπεινοφροσύνης καὶ ἀφειδίᾳ σώματος. ὁ δὲ αὐτὸς κἀκεῖνα γράφει· δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα. καὶ πάλιν· ἕκαστος δὲ τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς.