Ancient Greek
Book 3, Chapter 7
Clement of Alexandria, Στρώματα 3.7.58
Not analysed yet
καθόλου δὲ ἡμῖν προΐτω ὁ λόγος περί τε γάμου περί τε τροφῆς καὶ τῶν ἄλλων, μηδὲν κατ’ ἐπιθυμίαν ποιεῖν, θέλειν δὲ μόνα ἐκεῖνα τὰ ἀναγκαῖα. οὐ γάρ ἐσμεν ἐπιθυμίας τέκνα, ἀλλὰ θελήματος. καὶ τὸν ἐπὶ παιδοποιίᾳ γήμαντα ἐγκράτειαν ἀσκεῖν χρή, ὡς μηδ’ ἐπιθυμεῖν τῆς γυναικὸς τῆς ἑαυτοῦ, ἣν ἀγαπᾶν ὀφείλει, σεμνῷ καὶ σώφρονι παιδοποιούμενος θελήματι. οὐ γὰρ τῆς σαρκὸς πρόνοιαν ποιεῖσθαι εἰς ἐπιθυμίας ἐμάθομεν, εὐσχημόνως δὲ ὡς ἐν ἡμέρᾳ, τῷ Χριστῷ καὶ τῇ κυριακῇ τῇ φωτεινῇ ἀγωγῇ, περιπατοῦντες, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔρισι καὶ ζήλοις.