# Στρώματα 3.8.61

Clement of Alexandria, Στρώματα, Book 3, Chapter 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/3.8.61

Ἐπεὶ δὲ οἱ τὴν ἀδιαφορίαν εἰσάγοντες βιαζόμενοί τινας ὀλίγας γραφὰς συνηγορεῖν αὑτῶν τῇ ἡδυπαθείᾳ οἴονται, ἀτὰρ δὴ κἀκείνην ἁμαρτία γὰρ ὑμῶν οὐ κυριεύσει· οὐ γάρ ἐστε ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν (καί τινας ἄλλας τοιαύτας, ὧν ἐπὶ τοιούτοις μεμνῆσθαι οὐκ εὔλογον· οὐ γὰρ ἐπισκευάζω ναῦν πειρατικήν), φέρε δὴ διὰ βραχέων διακόψωμεν αὐτῶν τὴν ἐγχείρησιν. αὐτὸς γὰρ ὁ γενναῖος ἀπόστολος τῇ προειρημένῃ λέξει ἐπιφέρων ἀπολύσεται τὸ ἔγκλημα· τί οὖν; ἁμαρτήσωμεν, ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν; μὴ γένοιτο. οὕτως ἐνθέως καὶ προφητικῶς καταλύει παραχρῆμα τὴν σοφιστικὴν τῆς ἡδονῆς τέχνην.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
