Ancient Greek
Book 3, Chapter 9
Clement of Alexandria, Στρώματα 3.9.67
Not analysed yet
μήτ’ οὖν ἁμάρτημά τις ἡγείσθω τὸν γάμον τὸν κατὰ λόγον, εἰ μὴ πικρὰν ὑπολαμβάνει παιδοτροφίαν (πολλοῖς γὰρ ἔμπαλιν ἀτεκνία λυπηρότατον), μήτ’, ἂν πικρὰ ἡ παιδοποιία φαίνηταί τινι μεταπερισπῶσα τῶν θείων διὰ τὰς χρειώδεις ἀσχολίας, μὴ φέρων οὗτος εὐκόλως τὸν μονήρη βίον ἐπιθυμείτω γάμου, ἐπεὶ τὸ εὐάρεστον μετὰ σωφροσύνης ἀβλαβὲς καὶ κύριος ἕκαστος ἡμῶν τυγχάνει τῆς περὶ τέκνων γονῆς αἱρέσεως. συνορῶ δ’ ὅπως τῇ προφάσει τοῦ γάμου οἳ μὲν ἀπεσχημένοι τούτου μὴ κατὰ τὴν ἁγίαν γνῶσιν εἰς μισανθρωπίαν ὑπερρύησαν καὶ τὸ τῆς ἀγάπης οἴχεται παρ’ αὐτοῖς, οἳ δὲ ἐνσχεθέντες καὶ ἡδυπαθήσαντες τῇ τοῦ νόμου συμπεριφορᾷ, ὥς φησιν ὁ προφήτης, παρωμοιώθησαν τοῖς κτήνεσιν.