Ancient Greek · ~3 min
Book 4, Chapter 12
Clement of Alexandria, Στρώματα 4.12.84
Not analysed yet
ἐρωτῶ τοίνυν αὐτὸν ἐπὶ τοῦ κρατηθέντος ὁμολογητοῦ, πότερον μαρτυρήσει καὶ κολασθήσεται κατὰ τὴν πρόνοιαν ἢ οὔ. ἀρνούμενος γὰρ οὐ κολασθήσεται. εἰ δὲ ἐκ τῆς ἀποβάσεως καὶ τὸ μὴ δεῖν κολασθῆναι τοῦτον φήσει, τὴν ἀπώλειαν τῶν ἀρνησομένων ἐκ προνοίας ἄκων προσμαρτυρήσει. πῶς δὲ ἔτι μισθὸς ὁ ἐνδοξότατος ἐν οὐρανῷ ἀπόκειται τῷ μαρτυρήσαντι διὰ τὸ μαρτυρῆσαι; εἰ δὲ τὸν ἁμαρτητικὸν οὐκ εἴασεν ἡ πρόνοια ἐπὶ τὸ ἁμαρτεῖν ἐλθεῖν, ἄδικος γίνεται κατ’ ἄμφω, καὶ τὸν διὰ δικαιοσύνην εἰς κόλασιν ἑλκόμενον μὴ ῥυομένη, καὶ τὸν ἀδικεῖν ἐθελήσαντα ῥυσαμένη, τοῦ μὲν ποιήσαντος δἰ ὧν ἐβουλήθη, τῆς δὲ κωλυσάσης τὸ ἔργον καὶ μὴ δικαίως περιεπούσης τὸν ἁμαρτητικόν.