Ancient Greek · ~3 min
Book 4, Chapter 14
Clement of Alexandria, Στρώματα 4.14.95
Not analysed yet
Ὅση δὲ καὶ χρηστότης· ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν λέγει, εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς, καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμῖν καὶ τὰ ὅμοια· οἷς προστίθησιν· ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, τὴν ἐξομοίωσιν τὴν πρὸς θεὸν αἰνισσόμενος. πάλιν δ’ αὖ φησιν· ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ταχύ, ἕως ὅτου εἶ ἐν τῇ ὁδῷ μετ’ αὐτοῦ· ἀντίδικος δὲ οὐ τὸ σῶμα, ὥς τινες βούλονται, ἀλλ’ ὁ διάβολος (καὶ οἱ τούτῳ ἐξομοιούμενοι), ὁ συνοδεύων ἡμῖν δἰ ἀνθρώπων τῶν ζηλούντων τὰ ἔργα αὐτοῦ ἐν τῷ ἐπιγείῳ τῷδε βίῳ. οὐχ οἷόν τε οὖν μὴ παθεῖν τὰ ἔχθιστα τοὺς ὁμολογοῦντας μὲν ἑαυτοὺς εἶναι τοῦ Χριστοῦ, ἐν δὲ τοῖς τοῦ διαβόλου καταγινομένους ἔργοις· γέγραπται γάρ· μή ποτε παραδῷ σε τῷ κριτῇ, ὁ κριτὴς δὲ τῷ ὑπηρέτῃ τῆς ἀρχῆς τοῦ διαβόλου.