# Στρώματα 4.15.98

Clement of Alexandria, Στρώματα, Book 4, Chapter 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/4.15.98

ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα, φησίν, ἵνα τοὺς πάντας κερδήσω, καὶ πᾶς δὲ ὁ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται· ἀλλὰ τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. διὰ τὴν συνείδησιν οὖν ἀφεκτέον ὧν ἀφεκτέον. συνείδησιν δὲ λέγω οὐχὶ τὴν ἑαυτοῦ, γνωστικὴ γάρ, ἀλλὰ τὴν τοῦ ἑτέρου, ἵνα μὴ κακῶς οἰκοδομηθῇ ἀμαθίᾳ μιμούμενος ὃ μὴ γινώσκει, καταφρονητὴς ἀντὶ μεγαλόφρονος γινόμενος. ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως; εἰ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ; πάντα οὖν ὅσα ποιεῖτε εἰς δόξαν θεοῦ ποιεῖτε· ὅσα ὑπὸ τὸν κανόνα τῆς πίστεως ποιεῖν ἐπιτέτραπται.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
