Ancient Greek
Book 4, Chapter 16
Clement of Alexandria, Στρώματα 4.16.102
Not analysed yet
εἶτά σοι σμῆνος ὑποδειγμάτων θείων παρίστησιν. ἦ γὰρ οὐ πίστει, φησί, δἰ ὑπομονῆς κατώρθωσαν οἱ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν λαβόντες, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς; ἐλιθάσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. καὶ πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν τοῦ θεοῦ. ἀπολείπεται νοεῖν τὸ κατὰ παρασιώπησιν εἰρημένον μόνοι.