# Στρώματα 4.18.117

Clement of Alexandria, Στρώματα, Book 4, Chapter 18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/4.18.117

ταύτην τὴν δόξαν τὴν ἐκλάμψασαν ἐπὶ τοῦ προσώπου Μωυσέως ὁ λαὸς οὐχ οἷός τε ἦν προσβλέπειν, διὸ καὶ κάλυμμα ἐλάμβανε τῆς δόξης πρὸς τοὺς σαρκικῶς θεωμένους. τοὺς μὲν γὰρ ἐπαγομένους τινὰ τῶν κοσμικῶν κατέχουσιν οἱ τὸ τέλος ἀπαιτοῦντες τοῖς σφετέροις βαρουμένους πάθεσι, τὸν δὲ γυμνὸν μὲν τῶν ὑποπιπτόντων τῷ τέλει, πλήρη δὲ γνώσεως καὶ τῆς ἐξ ἔργων δικαιοσύνης συνευχόμενοι παραπέμπουσι, τὸν ἄνδρα σὺν καὶ τῷ ἔργῳ μακαρίσαντες· καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται, τοῦ ζωτικοῦ ξύλου, τοῦ κατὰ τὰς διεξόδους τῶν ὑδάτων τεθραμμένου· καρποφόροις δὲ ὁ δίκαιος ἀπεικάζεται δένδροις, οὐ μόνον τοῖς κατὰ τὴν τῶν μεταρσίων θυσίαν· ἦσαν δὲ κἀν ταῖς τῶν θυσιῶν προσαγωγαῖς παρὰ τῷ νόμῳ οἱ τῶν ἱερείων μωμοσκόποι. ὄρεξιν οὖν ἐπιθυμίας διακρίνουσιν οἱ περὶ ταῦτα δεινοί, καὶ τὴν μὲν ἐπὶ ἡδοναῖς καὶ ἀκολασίᾳ τάττουσιν ἄλογον οὖσαν, τὴν δὲ ὄρεξιν ἐπὶ τῶν κατὰ φύσιν ἀναγκαίων λογικὴν ὑπάρχουσαν κίνησιν.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
