Ancient Greek
Book 4, Chapter 19
Clement of Alexandria, Στρώματα 4.19.119
Not analysed yet
πάλιν τε αὖ ἡ τελεία κατὰ πίστιν Ἐσθὴρ ῥυομένη τὸν Ἰσραὴλ τυραννικῆς ἐξουσίας καὶ τῆς τοῦ σατράπου ὠμότητος, μόνη γυνὴ νηστείαις τεθλιμμένη πρὸς μυρίας ὡπλισμένας ἀντετάξατο δεξιάς, τυραννικὸν διὰ πίστεως ἀναλύουσα δόγμα· καὶ δὴ τὸν μὲν ἐτιθάσευσεν, ἀνέστειλεν δὲ τὸν Ἀμὰν καὶ τὸν Ἰσραὴλ τῇ τελείᾳ πρὸς τὸν θεὸν δεήσει ἀπαθῆ διεφύλαξεν. σιωπῶ γὰρ Σουσάνναν καὶ τὴν Μωυσέως ἀδελφήν, ὡς ἣ μὲν συνεστρατήγησεν τῷ προφήτῃ πασῶν ἐξάρχουσα τῶν κατὰ σοφίαν παρ’ Ἑβραίοις εὐδοκίμων γυναικῶν, ἣ δὲ σεμνότητος ὑπερβολῇ καὶ μέχρι θανάτου χωροῦσα πρὸς τῶν ἀκολάστων ἐραστῶν κατακρινομένη μάρτυς ἁγνείας ἔμεινεν ἀρρεπής.