# Στρώματα 4.19.120

Clement of Alexandria, Στρώματα, Book 4, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/4.19.120

Ναὶ μὴν Δίων ὁ φιλόσοφος Λυσιδίκην τινὰ γυναῖκα ἱστορεῖ δἰ ὑπερβολὴν αἰδοῦς αὐτῷ χιτῶνι λούεσθαι, Φιλωτέραν δέ, ὁπότε μέλλοι εἰσιέναι τὴν πύελον, ἡσυχῇ ἐπαναστέλλεσθαι τὸν χιτῶνα καθ’ ὅσον τὰ γυμνὰ τὸ ὕδωρ ἔσκεπεν, εἶτα κατ’ ὀλίγον αὖθις ἀνιοῦσαν ἐπενδύσασθαι. ἢ γὰρ οὐχὶ καὶ βασάνους ἤνεγκεν ἀνδρείως Λέαινα ἡ Ἀττική; συνειδυῖα αὕτη τοῖς ἀμφὶ τὸν Ἁρμόδιον καὶ Ἀριστογείτονα τὴν κατὰ Ἱππάρχου ἐπιβουλὴν οὐδ’ ὁπωστιοῦν ἐξεῖπεν εὖ μάλα στρεβλουμένη. φασὶ δὲ καὶ τὰς Ἀργολικὰς ἡγουμένης αὐτῶν Τελεσίλλης τῆς ποιητρίας Σπαρτιάτας τοὺς ἀλκίμους τὰ πολέμια φανείσας μόνον τρέψασθαι καὶ ἐκείναις τὸ ἀδεὲς τοῦ θανάτου περιποιήσασθαι. τὰ ὅμοια λέγει καὶ ὁ τὴν Δαναΐδα πεποιηκὼς ἐπὶ τῶν Δαναοῦ θυγατέρων ὧδε· καὶ τότ’ ἄρ’ ὡπλίζοντο θοῶς Δαναοῖο θύγατρες πρόσθεν ἐυρρεῖος ποταμοῦ Νείλοιο ἄνακτος,

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
