# Στρώματα 4.19.123

Clement of Alexandria, Στρώματα, Book 4, Chapter 19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/4.19.123

ἡ δὲ Κλεοβούλου θυγάτηρ τοῦ σοφοῦ καὶ Λινδίων μοναρχοῦντος τῶν ξένων τῶν πατρῴων οὐκ ᾐδεῖτο ἀπονίπτειν τοὺς πόδας· ἐπεὶ καὶ ἡ τοῦ Ἀβραὰμ γυνὴ Σάρρα ἡ μακαρία αὐτὴ τοὺς ἐγκρυφίας παρεσκεύασε τοῖς ἀγγέλοις, καὶ βασιλικαὶ κόραι παρὰ τοῖς Ἑβραίοις τὰ πρόβατα ἔνεμον, ὅθεν καὶ ἡ παρ’ Ὁμήρῳ Ναυσικάα ἐπὶ τοὺς πλυνοὺς ᾔει. Ἕλοιτ’ ἄν οὖν ἡ σώφρων πρῶτον μὲν πείθειν τὸν ἄνδρα κοινωνὸν αὐτῇ γίνεσθαι τῶν πρὸς εὐδαιμονίαν φερόντων, εἰ δὲ ἀδυνάτως ἔχοι, μόνη σπευδέτω ἐπ’ ἀρετήν. πάντα μὲν τῷ ἀνδρὶ πειθομένη ὡς μηδὲν ἄκοντος ἐκείνου πρᾶξαί ποτε πλὴν ὅσα εἰς ἀρετήν τε καὶ σωτηρίαν διαφέρειν νομίζεται· ἀλλὰ καί, εἰ καί τις εἴργοι τῆς τοιαύτης διαθέσεως ἀνυποκρίτως ὁρμῶσαν ἤτοι γυναῖκα ἢ καὶ θεράπαιναν, οὐκ ἄλλο τι φαίνεται τὸ τηνικάδε δρῶν ὁ τοιοῦτος ἢ δικαιοσύνης μὲν καὶ σωφροσύνης ἀπάγειν προῃρημένος, ἄδικον δὲ ἅμα καὶ ἀκόλαστον παρασκευάζειν βεβουλημένος τὸν οἶκον τὸν ἑαυτοῦ.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
