Ancient Greek
Book 4, Chapter 20
Clement of Alexandria, Στρώματα 4.20.127
Not analysed yet
δῆλον οὖν οἶμαι ὡς ἕκαστον τῶν προσπιπτόντων λυπηρῶν πρὸς τἀνδρὸς κατὰ τὴν οἰκουρίαν λόγῳ θεραπεύειν μετὰ πειθοῦς προαιρήσεται· εἰ δὲ μὴ ὑπακούοι, τότε ἤδη πειράσεται καθ’ ὅσον οἷόν τέ ἐστιν ἀνθρωπίνῃ φύσει ἀναμάρτητον διεξάγειν βίον, ἐάν τε ἀποθνῄσκειν δέῃ μετὰ τοῦ λόγου ἐάν τε ζῆν, συλλήπτορα καὶ κοινωνὸν τῆς τοιαύτης πράξεως τὸν θεὸν εἶναι νομίζουσα, τὸν τῷ ὄντι παραστάτην καὶ σωτῆρα εἴς τε τὸ παρὸν εἴς τε τὸ μέλλον, στρατηγόν τε καὶ ἡγεμόνα πάσης πράξεως ἐκεῖνον πεποιημένη, σωφροσύνην μὲν καὶ δικαιοσύνην ἔργον ἡγουμένη, τὸ θεοφιλὲς δὲ ποιουμένη τέλος.