Ancient Greek
Book 4, Chapter 22
Clement of Alexandria, Στρώματα 4.22.141
Not analysed yet
ὅσα δ’ αὖ περὶ ὕπνου λέγουσι, τὰ αὐτὰ χρὴ καὶ περὶ θανάτου ἐξακούειν. ἑκάτερος γὰρ δηλοῖ τὴν ἀπόστασιν τῆς ψυχῆς, ὃ μὲν μᾶλλον, ὃ δὲ ἧττον, ὅπερ ἐστὶ καὶ παρὰ Ἡρακλείτου λαβεῖν· ἄνθρωπος ἐν εὐφρόνῃ †φάος ἅπτεται ἑαυτῷ ἀποθανών, ἀποσβεσθείς ὄψεις· ζῶν δὲ ἅπτεται τεθνεῶτος εὕδων, ἀποσβεσθεὶς ὄψεις· ἐγρηγορὼς ἅπτεται εὕδοντος. μακάριοι γὰρ οἱ εἰδότες τὸν καιρὸν κατὰ τὸν ἀπόστολον, ὅτι ὥρα ὑμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους, ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός. ἡμέραν δὲ τὸν υἱὸν ἀλληγορεῖ καὶ φῶς, τάς τε αὖ παραγγελίας ὅπλα φωτὸς μεταφορικῶς. ταύτῃ τοι λελουμένους φασὶ δεῖν ἐπὶ τὰς ἱεροποιίας καὶ τὰς εὐχὰς ἰέναι, καθαροὺς καὶ λαμπρούς·