# Στρώματα 4.22.142

Clement of Alexandria, Στρώματα, Book 4, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/4.22.142

καὶ τοῦτο μὲν συμβόλου χάριν γίνεται τὸ ἔξωθεν κεκοσμῆσθαί τεκαὶ ἡγνίσθαι, ἁγνεία δέ ἐστι φρονεῖν ὅσια, καὶ δὴ καὶ εἰκὼν τοῦ βαπτίσματος εἴη ἂν ἐκ Μωυσέως παραδεδομένη τοῖς ποιηταῖς ὧδέ πως· ἣ δ’ ὑδρηναμένη, καθαρὰ χροῒ εἵματ’ ἔχουσα, ἡ Πηνελόπη ἐπὶ τὴν εὐχὴν ἔρχεται· Τηλέμαχος δέ, χεῖρας νιψάμενος πολιῆς ἁλός, εὔχετ’ Ἀθήνῃ. ἔθος ταῦτο Ἰουδαίων, ὡς καὶ τὸ πολλάκις ἐπὶ κοίτῃ βαπτίζεσθαι. εὖ γοῦν κἀκεῖνο εἴρηται· ἴσθι μὴ λουτρῷ, ἀλλὰ νόῳ καθαρός. ἁγνεία γάρ, οἶμαι, τελεία ἡ τοῦ νοῦ καὶ τῶν ἔργων καὶ τῶν διανοημάτων, πρὸς δὲ καὶ τῶν λόγων εἰλικρίνεια καὶ τελευταία ἡ κατὰ τὰ ἐνύπνια ἀναμαρτησία.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
