# Στρώματα 4.22.146

Clement of Alexandria, Στρώματα, Book 4, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/4.22.146

ὅθεν οὐδ’ εἰ καθ’ ὑπόθεσιν ἐξουσίαν λάβοι παρὰ τοῦ θεοῦ πράττειν τὰ ἀπηγορευμένα ἀτιμώρητος ὤν, οὐδ’ εἰ καὶ μισθὸν τὰ μακάρων ἀγαθὰ λήψεσθαι ἐπὶ τοῖσδε ἐπαγγελίαν προσλάβοι, ἀλλ’ εἰ καὶ λήσεσθαι τὸν θεὸν ἐφ’ οἷς πράττει πεισθείη, ὅπερ ἀδύνατον, πρᾶξαί τι παρὰ τὸν λόγον τὸν ὀρθὸν ἐθελήσαι ποτ’ ἄν, τὸ ὄντως καλὸν καὶ αἱρετὸν ἐξ ἑαυτοῦ καὶ ταύτῃ ἀγαπητὸν εἶναι ἅπαξ ἑλόμενος· οὐ γὰρ ἐν γαστρὸς βορᾷ τὸ χρηστὸν εἶναι διειλήφαμεν. ἀκήκοεν δ’ ἐκεῖνος ὡς βρῶμα ἡμᾶς οὐ παραστήσει οὐδὲ μὴν γάμος, ἀλλ’ οὐδὲ ἀποχὴ γάμου ἐν ἀγνωσίᾳ, ἀλλὰ τὸ κατ’ ἀρετὴν ἔργον τὸ γνωστικόν, ἐπεὶ καὶ ὁ κύων τὸ ζῷον τὸ ἄλογον ἐγκρατὲς λεγέσθω τὸν ἐπαιρόμενον τὴν βακτηρίαν δεδιὸς καὶ διὰ τοῦτο τοῦ ὄψου ἀπεχόμενον. τῶν τοιούτων εὖ ἴσθι ὅτι περιαιρεθεῖσα θεῖσα ἡ ὑπόσχεσις ἡ προεπηγγελμένη καὶ ὁ φόβος περιγραφεὶς ὁ ἐπηπειλημένος καὶ χωρισθεὶς ὁ κίνδυνος ὁ ἐπηρτημένος τὴν πρόθεσιν ἐλέγχει.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
