Ancient Greek
Book 4, Chapter 23
Clement of Alexandria, Στρώματα 4.23.150
Not analysed yet
φησὶ δὲ καὶ ὁ Ἐμπεδοκλῆς τῶν σοφῶν τὰς ψυχὰς θεοὺς γίνεσθαι ὧδέ πως γράφων· εἰς δὲ τέλος μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροὶ καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται· ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι. Ὁ μὲν οὖν ἄνθρωπος ἁπλῶς οὕτως κατ’ ἰδέαν πλάσσεται τοῦ συμφυοῦς πνεύματος· οὐδὲ γὰρ ἀνείδεος οὐδ’ ἀσχημάτιστος ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ δημιουργεῖται, ἔνθα μυστικῶς ἀνθρώπου ἐκτελεῖται γένεσις, κοινῆς οὔσης καὶ τῆς τέχνης καὶ τῆς οὐσίας, ὁ δέ τις ἄνθρωπος κατὰ τύπωσιν τὴν ἐγγινομένην τῇ ψυχῇ ὧν ἂν αἱρήσηται χαρακτηρίζεται. ᾗ καὶ τὸν Ἀδὰμ τέλειον μὲν ὡς πρὸς τὴν πλάσιν γεγονέναι φαμέν· οὐδὲν γὰρ τῶν χαρακτηριζόντων τὴν ἀνθρώπου ἰδέαν τε καὶ μορφὴν ἐνεδέησεν αὐτῷ. ὃ δὲ ἐν τῷ γίνεσθαι τὴν τελείωσιν ἐλάμβανεν καὶ δἰ ὑπακοῆς ἐδικαιοῦτο, τοῦτο ἦν ἀπανδρούμενον τὸ ἐπ’ αὐτῷ κείμενον· αἰτίᾳ δὲ ἑλομένου, καὶ ἔτι μᾶλλον τὸ κωλυθὲν ἑλομένου, ὁ θεὸς ἀναίτιος· διττὴ γὰρ ἡ γένεσις, ἣ μὲν τῶν γεννωμένων, ἣ δὲ τῶν γινομένων.