# Στρώματα 4.24.153

Clement of Alexandria, Στρώματα, Book 4, Chapter 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/4.24.153

Αὐτίκα τὸ ἐφ’ ἡμῖν ἐστιν οὗπερ ἐπ’ ἴσης αὐτοῦ τε κύριοί ἐσμεν καὶ τοῦ ἀντικειμένου αὐτῷ, ὡς τὸ φιλοσοφεῖν ἢ μή, καὶ τὸ πιστεύειν ἢ ἀπιστεῖν. διὰ γοῦν τὸ ἑκατέρου τῶν ἀντικειμένων ἐπ’ ἴσης εἶναι ἡμᾶς κυρίους δυνατὸν εὑρίσκεται τὸ ἐφ’ ἡμῖν. καὶ δὴ αἱ ἐντολαὶ οἷαί τε γενέσθαι καὶ μὴ γενέσθαι ὑφ’ ἡμῶν, οἷς εὐλόγως ἕπεται ἔπαινός τε καὶ ψόγος, οἵ τ’ αὖ κολαζόμενοι ἕνεκεν τῶν γενομένων αὐτοῖς ἁμαρτημάτων ἐπ’ αὐτοῖς μόνοις κολάζονται· παρῆλθε γὰρ τὰ γενόμενα οὐδὲ ἀγένητον γένοιτ’ ἄν ποτε τὸ γενόμενον. ἀφίενται γοῦν πρὸς τοῦ κυρίου αἱ πρὸ τῆς πίστεως ἁμαρτίαι, οὐχ ἵνα μὴ ὦσι γενόμεναι, ἀλλ’ ὡς μὴ γενόμεναι. πλὴν οὐδὲ πάσας ὁ Βασιλείδης φησί. μόνας δὲ τὰς ἀκουσίους καὶ κατὰ ἄγνοιαν ἀφίεσθαι, καθάπερ ἀνθρώπου τινός, ἀλλ’ οὐ θεοῦ τὴν τοσαύτην παρεχομένου δωρεάν. τούτῳ φησὶν ἡ γραφή· ὑπέλαβες, ἄνομε, ὅτι ἔσομαί σοι ὅμοιος. ἀλλ’ εἰ καὶ ἐπὶ ταῖς ἑκουσίοις κολαζόμεθα, οὐχ ἵνα μὴ γένωνται γενόμεναι, ἀλλ’ ὅτι ἐγένοντο, τιμωρούμεθα. κόλασις δὲ τὸν ἁμαρτήσαντα οὐκ ὠφελεῖ εἰς τὸ μὴ πεποιηκέναι, ἀλλ’ εἰς τὸ μηκέτι ἁμαρτάνειν μηδὲ μὴν ἄλλον τινὰ τοῖς ὁμοίοις περιπεσεῖν.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
