Ancient Greek · ~2 min
Book 4, Chapter 24
Clement of Alexandria, Στρώματα 4.24.154
Not analysed yet
ἐνταῦθα οὖν ὁ ἀγαθὸς θεὸς διὰ τρεῖς ταύτας παιδεύει αἰτίας· πρῶτον μὲν ἵν’ αὐτὸς ἀμείνων αὑτοῦ γένηται ὁ παιδευόμενος, ἔπειτα ὅπως οἱ δἰ ὑποδειγμάτων σωθῆναι δυνάμενοι προανακρούωνται νουθετούμενοι, καὶ τρίτον ὡς μὴ ὁ ἀδικούμενος εὐκαταφρόνητος ᾖ καὶ ἐπιτήδειος ἀδικεῖσθαι. δύο δὲ καὶ οἱ τρόποι τῆς ἐπανορθώσεως, ὃ μὲν διδασκαλικός, ὃ δὲ κολαστικός, ὃν καὶ παιδευτικὸν εἰρήκαμεν. ἰστέον μέντοι τοὺς μετὰ τὸ λουτρὸν τοῖς ἁμαρτήμασι περιπίπτοντας τούτους εἶναι τοὺς παιδευομένους· τὰ μὲν γὰρ προενεργηθέντα ἀφείθη, τὰ δὲ ἐπιγινόμενα ἐκκαθαίρεται. περὶ τῶν ἀπίστων εἴρηται λελογίσθαι τούτους ὡς χνοῦν, ὅν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς, καὶ ὡς σταγόνα ἀπὸ κάδου.