Ancient Greek · ~3 min
Book 4, Chapter 25
Clement of Alexandria, Στρώματα 4.25.162
Not analysed yet
Βασιλείδης δὲ ὑποστατὰς Δικαιοσύνην τε καὶ τὴν θυγατέρα αὐτῆς τὴν Εἰρήνην ὑπολαμβάνει ἐν ὀγδοάδι μένειν ἐνδιατεταγμένας. Μετιτέον δὴ ἀπὸ τῶν φυσικωτέρων ἐπὶ τὰ προφανέστερα τὰ ἠθικά· ὁ γὰρ περὶ ἐκείνων λόγος μετὰ τὴν ἐν χερσὶ πραγματείαν ἕψεται. αὐτὸς οὖν ἡμᾶς ὁ σωτὴρ ἀτεχνῶς κατὰ τὴν τραγῳδίαν μυσταγωγεῖ, ὁρῶν ὁρῶντας καὶ δίδωσιν ὄργια. κἂν πύθῃ· τὰ δὲ ὄργια ἐστὶ τίν’ ἰδέαν ἔχοντά σοι; ἀκούσῃ πάλιν· ἄρρητ’ ἀβακχεύτοισιν εἰδέναι βροτῶν, κἂν πολυπραγμονῇ τις ὁποῖα εἴη, αὖθις ἀκουσάτω· οὐ θέμις ἀκοῦσαί σε, ἔστι δ’ ἄξἰ εἰδέναι· ἀσέβειαν ἀσκοῦντα ὄργἰ ἐχθαίρει θεοῦ· ὁ θεὸς δὲ ἄναρχος, ἀρχὴ τῶν ὅλων παντελής, ἀρχῆς ποιητικός. ᾗ μὲν οὖν ἐστιν οὐσία, ἀρχὴ τοῦ φυσικοῦ τόπου· καθ’ ὅσον ἐστὶν τἀγαθόν, τοῦ ἠθικοῦ· ᾗ δ’ αὖ ἐστι νοῦς. τοῦ λογικοῦ καὶ κριτικοῦ τόπου· ὅθεν καὶ διδάσκαλος μόνος ὁ λόγος. υἱὸς τοῦ νοῦ πατρός, ὁ παιδεύων τὸν ἄνθρωπον.