Ancient Greek
Book 4, Chapter 26
Clement of Alexandria, Στρώματα 4.26.167
Not analysed yet
ὅθεν ἐπήγαγεν· διὸ φιλοτιμούμεθα, εἴτε ἐκδημοῦντες εἴτε ἐνδημοῦντες, εὐάρεστοι εἶναι αὐτῷ, τῷ ἑνὶ δηλονότι θεῷ, οὗ τὰ πάντα ἔργον τε καὶ κτίσις, ὅ τε κόσμος καὶ τὰ ὑπερκόσμια. ἄγαμαι τὸν Ἐπίχαρμον σαφῶς λέγοντα· εὐσεβὴς νόῳ πεφυκὼς οὐ πάθοις κ’ οὐδὲν κακὸν κατθανών, ἄνω τὸ πνεῦμα διαμένει κατ’ οὐρανόν· καὶ τὸν μελοποιὸν ᾄδοντα· ψυχαὶ δ’ ἀσεβῶν ὑπουράνιοι γαίᾳ πωτῶνται ἐν ἄλγεσι φονίοις ὑπὸ ζεύγλαις ἀφύκτοις κακῶν, εὐσεβῶν δὲ ἐπουράνιοι νάουσι, μολπαῖς μάκαρα μέγαν ἀείδους̓ ἐν ὕμνοις· οὔκουν οὐρανόθεν καταπέμπεται δεῦρο ἐπὶ τὰ ἥττω ψυχή, ὁ θεὸς γὰρ ἐπὶ τὰ ἀμείνω πάντα ἐργάζεται, ἀλλ’ ἡ τὸν ἄριστον ἑλομένη βίον ἐκ θεοῦ δικαιοσύνης γῆς οὐρανὸν ἀνταλλάσσεται.