# Στρώματα 4.3.10

Clement of Alexandria, Στρώματα, Book 4, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/4.3.10

καλῶς οὖν Ἡράκλειτος δίκης ὄνομα φησὶν οὐκ ἂν ᾔδεσαν, εἰ ταῦτα μὴ ἦν, Σωκράτης δὲ νόμον ἕνεκα ἀγαθῶν οὐκ ἂν γενέσθαι. ἀλλ’ οὐδὲ τοῦτο ἔγνωσαν οἱ κατήγοροι, ὡς ὁ ἀπόστολός φησιν ὅτι ὁ ἀγαπῶν τὸν πλησίον κακὸν οὐκ ἐργάζεται· τὸ γὰρ οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ μόνῳ ἀνακεφαλαιοῦται τῷ λόγῳ, τῷ· ›ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.‹ ταύτῃ που ἀγαπήσεις κύριον τὸν θεόν σου φησὶν ἐξ ὅλης καρδίας σου, καὶ ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. εἰ δὴ ὁ τὸν πλησίον ἀγαπῶν κακὸν οὐκ ἐργάζεται καὶ πᾶσα ἐντολὴ ἐν τούτῳ ἀνακεφαλαιοῦται, τῷ ἀγαπᾶν τὸν πλησίον, αἱ τὸν φόβον ἐπαρτῶσαι ἐντολαὶ ἀγάπην, οὐ μῖσος κατασκευάζουσιν.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
