Ancient Greek
Book 4, Chapter 3
Clement of Alexandria, Στρώματα 4.3.11
Not analysed yet
οὔκουν πάθος ὁ φόβος οὗ γεννητικὸς ὁ νόμος. ὥστε ὁ νόμος ἅγιος καὶ τῷ ὄντι πνευματικός ἐστι κατὰ τὸν ἀπόστολον. δεῖ δή, ὡς ἔοικε, τήν γε τοῦ σώματος φύσιν καὶ τὴν τῆς ψυχῆς οὐσίαν πολυπραγμονήσαντας τὸ ἑκατέρου τέλος καταλαβέσθαι καὶ μὴ τὸν θάνατον ἡγεῖσθαι κακόν· ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, φησὶν ὁ ἀπόστολος, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. τίνα οὖν καρπὸν εἴχετε τότε; ἐφ’ οἷς νῦν ἐπαισχύνεσθε· τὸ γὰρ τέλος ἐκείνων θάνατος. νῦν δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.