Ancient Greek
Book 4, Chapter 5
Clement of Alexandria, Στρώματα 4.5.20
Not analysed yet
Ἔοικε δέ πως παρούσης ἀλγηδόνος ἡ ψυχὴ νεύειν ἀπ’ αὐτῆς καὶ τίμιον ἡγεῖσθαι τὴν ἀπαλλαγὴν τῆς παρούσης ὀδύνης. ἀμέλει κατ’ ἐκεῖνο καιροῦ καὶ μαθημάτων ῥᾳθυμεῖ, ὁπηνίκα καὶ αἱ ἄλλαι ἀπημέληνται ἀρεταί. καὶ οὐ δήπου τὴν ἀρετὴν αὐτὴν πάσχειν φαμέν (οὐδὲ γὰρ νοσεῖ ἡ ἀρετή), ὁ δὲ ἀμφοῖν μετεσχηκώς, ἀρετῆς καὶ νόσου, ὑπὸ τοῦ κατεπείγοντος θλίβεται· κἂν μὴ καταμεγαλοφρονῶν τύχῃ, ὁ μηδέπω τὴν ἕξιν τῆς ἐγκρατείας περιποιησάμενος ἐξίσταται, ἴσον τε εὑρίσκεται τῷ φεύγειν τὸ μὴ ὑπομεῖναι.