Ancient Greek
Book 4, Chapter 6
Clement of Alexandria, Στρώματα 4.6.26
Not analysed yet
ὁμοίως δὲ καὶ ὁ κλαίων καὶ ὁ πενθῶν διὰ δικαιοσύνην μαρτυρεῖ τῷ βελτίστῳ νόμῳ εἶναι καλῷ. ὡς οὖν τοὺς δεδιωγμένους, οὕτω δὲ καὶ τοὺς πεινῶντας καὶ τοὺς διψῶντας διὰ δικαιοσύνην μακαρίους λέγει, ὁ τὸν γνήσιον ἀποδεχόμενος πόθον ὃν οὐδὲ λιμὸς διακόψαι ἴσχυσεν. κἂν τὴν δικαιοσύνην αὐτὴν πεινῶσι, μακάριοι· μακάριοι δὲ καὶ οἱ πτωχοὶ εἴτε πνεύματι εἴτε περιουσίᾳ διὰ δικαιοσύνην δηλονότι. μή τι οὖν οὐχ ἁπλῶς τοὺς πένητας, ἀλλὰ τοὺς ἐθελήσαντας διὰ δικαιοσύνην πτωχοὺς γενέσθαι, τούτους μακαρίζει, τοὺς καταμεγαλοφρονήσαντας τῶν ἐνταῦθα τιμῶν εἰς περιποίησιν τἀγαθοῦ, ὁμοίως δὲ καὶ τοὺς καλοὺς τὸ ἦθος καὶ τὸ σῶμα δἰ ἁγνείαν γενομένους τούς τε εὐγενεῖς καὶ ἐνδόξους, τοὺς διὰ δικαιοσύνην εἰς υἱοθεσίαν ἐληλακότας καὶ διὰ τοῦτο εἰληφότας ἐξουσίαν τέκνα θεῦ γενέσθαι καὶ ἐπάνω ὄφεων καὶ σκορπίων περιπατεῖν κυριεύειν τε καὶ δαιμόνων καὶ τῆς τοῦ ἀντικειμένου στρατιᾶς.