# Στρώματα 4.7.49

Clement of Alexandria, Στρώματα, Book 4, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/clement-of-alexandria/text-2/4.7.49

καὶ ὁ Πίνδαρος· νέων δὲ μέριμναι σὺν πόνοις εἱλισσόμεναι δόξαν εὑρίσκουσι, λάμπει δὲ χρόνῳ ἔργα μετ’ αἰθέρα λαμπευθέντα. ταύτης τῆς ἐννοίας καὶ Αἰσχύλος ἐπιλαβόμενός φησι· τῷ πονοῦντι δ’ ἐκ θεῶν ὀφείλεται τέκνωμα τοῦ πόνου κλέος. μόροι γὰρ μέζονες μέζονας μοίρας λαγχάνουσι καθ’ Ἡράκλειτον. τίς δ’ ἔστι δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν; οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ θεὸς πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ. μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, τῷ Τιμοθέῳ γράφει. εἴη δ’ ἂν ὁ τοιοῦτος ὁ κολλώμενος τῷ ἀγαθῷ κατὰ τὸν ἀπόστολον, ἀποστυγῶν τὸ πονηρόν, ἀγάπην ἔχων ἀνυπόκριτον· ὁ γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν· εἰ δὲ ὁ θεὸς τῆς ἐλπίδος οὗτός ἐστιν ᾧ μαρτυροῦμεν, ὥσπερ οὖν ἐστι, τὴν ἐλπίδα ἡμῶν ὁμολογοῦμεν εἰς τὴν ἐλπίδα σπεύδοντες· οἱ δὲ μεστοὶ τῆς ἀγαθωσύνης πεπληρωμένοι, φησί, πάσης τῆς γνώσεως.

---

Clement of Alexandria, Στρώματα, ed. Otto Stählin. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0555.tlg004.local001/.
